Hymnography

     There do exist some hymnographies dedicated to Saint Elias. It's four canons, two contained in the Vatic. Graec. 2110 codex and the ther two in the Grottaferrata Menei. These texts are to be considered as witness to the pious cult for Saint Elias and add nothing more to what is already known about his life.



    [1] The most ancient canon is taken from a codex kept at Grottaferrata Abbey and is from the IX century. Composed at the IV Tone, it is contained in "Crypt. ∆. a. XII", pages 88r-91, here follows the transcription:



Ἀκροστιχίς
Τὸν θεῖον ὑμνῶ τοῖς ἐπαίνοις Ἠλίαν.
Ἐν τοῖς θεοτοκίοις: Προκόπιος
ᾨδὴ α΄. Ἦχος δ΄. Τριστάτας κρατ αιούς


1. Τὸν πρὶν παραζηλῶν ἐν τοῖ ς τρόποις Ἠλίαν ὁ νῦν λάμψας ἀρεταῖς Ἠλίας ὁ κλεινός, ὡς ἀ στὴρ πολυθαύμαστος ἔφυ ταῖς δυσμαῖς ἡλίου, οἰκουμένης το ῖς πέρασιν ἀποπέμπων αὐγὰς τῆς ἀσκήσεως.

2. Ὁ βίος ἱερὸς ἐκ νεότητος ὤφθη, ἀνονήτους γὰρ λιπὼν συγχύσεις, ἀσκητῶν κατηρίθμησαι τάγμασι, φρόνημα σαρκὸς ῥεούσης ὑποτάξας τῷ πνεύματι, ἐγκρατείᾳ καὶ πόνοις ἀσκήσεως.

3. Νεάζων τῇ σαρκί, ἠξιώθης παμμάκαρ, χαρισμάτων ἐκ Θεοῦ σοφέ, προφητικῶν, προορᾶν τὰ ἐσόμενα πᾶσί τε προαναγγέλων τῶν μελλόντων τὴν ἔκβασιν καὶ εἰς θαῦμα κινῶν τοὺς ἀκούοντας.

4. Θεῷ προσκολληθείς, καὶ Αὐτῷ προσανέρχων, Σικελίας προϊὼν ἐδάφους, δυσμενῶν νοητῶν πανουργεύματα ἔτρεψας λαμπροῖς ἀγῶσι, νικητὴς ἀξιάγαστος δεδειγμένος δυνάμει τοῦ Πνεύματος.

Θεοτοκίον.

5. Παρθένον βρεφουργὸν γαλουχοῦσαν ἡ φύσις καὶ μητέρα τῆς γαστρός, τὰ κλεῖθρα μέχρι σοῦ σώζουσα οὐ τεθέαται, μόνη γὰρ ἄμφω συνῆψας, τῆς γὰρ φύσεως πάναγνε, ὁ ἐκ σοῦ προελθών, πλάστης πέφυκεν.

ᾨδὴ γ΄. Ἀφ’ ὕψους κατῆλθες.

6. Ἐδείχθης ὡς δένδρον κατάκομον, πολλαῖς ταῖς ἀρεταῖς λαμπόμενος ὅθεν ἀξίως δέδεξαι τὸ χρῖσμα τῆς ἀρίστης ἱερωσύνης τελῶν τὰ πανσέβαστα θεῖα μυστήρια.

7. Ἱδρῶτα ἀνέτλης Μαρτύρων, ἐν Χριστῷ καὶ πόνους, γενναιότατε, βαρβαρικαῖς παλάμαις γὰρ Ἀράβων συνεσχέθης, πολλῶν τε πεῖραν μαστίγων καὶ θλίψεων ἔσχες ξεόμενος.

8. Οὐδόλως ἠρνήσω τοῦ Πλάστου καὶ Θεοῦ, ῥοπάλοις αἰκιζόμενος, τὸ ὑπέρφερον ὄνομα, Ἠλία θεοφόρε, ὅθεν ἀξίως ἀπείληφας, ἄνωθεν στέφος ἀμάραντον.

9. Ῥυπῶσαν τὴν φύσιν Χριστέ, τῶν γηγενῶν τῷ τοῦ γενάρχου πτώματι προσειληφὼς ἐκάθηρας, ἐκ κόρης γὰρ ἀμώμου βρέφος ὡράθης, Θεὸς μένων ἄτρεπτος καὶ ἀναλλοίωτος.

Θεοτοκίον.

10. Ὁ βίος σου λαμπρός, ἀνεδείχθης ἐν κόσμῳ, ἡ ἄσκησις στεῤῥά, θαυμαστοὶ οἱ ἀγῶνες, οἱ πόνοι πανάριστοι Ἠλιοῦ παμμακάριστε, ὅθεν ἄνωθεν, χάριν λαβὼν θεραπεύεις, δυσθεράπευτα, πάθη καμνόντων ἀνθρώπων, λιταῖς σου πρὸς Κύριον.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

11. Νεαζούσῃ ἡλικίᾳ, γηραιὰν φέρων φρόνησιν, Ἰωσὴφ ἐδείχθης ἄλλος Ἠλιού, πειρασμοὺς γὰρ δεινοὺς ὑπενεγκὼν ὡς ἐκεῖνος, ἀκηλίδωτον τῆς ἀγνείας τὸ κάλλος, σωφρόνως ἐτήρησας.

12. Ὑπὸ τῆς ἐν σοὶ σκηνούσης κρατηνούμενος χάριτος, τοὺς σεπτοὺς καὶ θείους τόπους γηθοσύνως κατέλαβες, ἐξ ὧν πρὸς Ῥώμην φοιτήσας, ἁγιότητος, σαυτὸν κατηρτίσω λαμπρὸν ἐνδιαίτημα.

13. Μυροθήκην ἀποδείξας τὸ γεῶδές σου σκήνωμα, τῇ προσψαύσει Πάτερ, τῶν ἁγιασμάτων καὶ πόδας σου καθωραΐσας, τοῖς κόλποις καλαβρίτιδος γῆς ἐπέβης, τὰ ἄθλα τελῶν τῆς ἀσκήσεως.

14. Νουνεχῶς ἐγκύψας Πάτερ τῷ λειμώνι ὡς μέλισσα, τῆς γραφῆς ἐν γλώσσῃ ἔφερες τὰ ἄνθη τοῦ Πνεύματος, σαυτὸν ὁμοῦ καὶ τοὺς πέλας ἱερώτατε, διατρέφων ὡς ἄρτῳ πλουσίως τοῖς λόγοις σου.

Θεοτοκίον.

15. Ὁ καθήμενος ἐν κόλποις τοῖς πατρώοις δι’ ἄφατον, εὐσπλαγχνίαν σάρκα ἐκ σοῦ προσλαβὼν Θεονύμφευτε, συνανετράφη ἀνθρώποις ὡς προέφησε, θεηγόρος προφήτης καὶ κόσμον ἀνέπλασεν.

ᾨδὴ ε΄. Νῦν ἀναστήσομαι.

16. Ὥσπερ ἀσύλητον ὄλβον σοφέ, τὴν διὰ Χριστὸν στέργων ἑκάστοτε πτωχείαν, ἔχαιρες ἀκτησίαν παντελῆ, τοῖς θεογράφοις καὶ σεπτοῖς μακαρισμοῖς ἀφορῶν τε καὶ κραταιούμενος.

17. Τίς τῶν χαρίτων σου λόγος εἰπεῖν σθένει τὸν ἑσμόν; Βλύζεις γὰρ θαύματα, διώκεις πνεύματα πονηρά, καὶ ἀλγεινὰ πάθη ἀνθρώπων φυγαδεύεις τῶν πιστῶς θεοφόρε μακαριζόντων σε.

18. Οἶκτον πρὸς πένητας ἔχων αεὶ ἔτρεφες αὐτοὺς τῷ ὑστερήματι, ὅ καὶ παράδοξον, θησαυρίζων οὐρανοῖς ἄφθονον πλοῦτον, οὗπερ νῦν περιφανῶς ἀπολαύεις, Ἠλία πάντιμε.

19. Ἵνα τὰ μένοντα γέρα σοφέ, λήψη Ἠλιοὺ σάρκα ἐνέκρωσας, ψυχὴν ἐζώωσας, ἀτροφίᾳ καὶ εὐχαῖς αεὶ σχολάζων θεραπεύων τε Θεὸν ἰσαγγέλῳ σου πολιτεύματι.

Θεοτοκίον.

20. Κόσμος ἠλέηται διὰ τοῦ Σοῦ Μῆτερ τοκετοῦ, πλάνην γὰρ ἔσβεσε τῆς ἀθεότητος καὶ κατηύγασε τὴν γῆν θεογνωσίας ταῖς ἀκτῖσι, στολισθεὶς τῆς σαρκὸς τὴν Αὐτοῦ εὐπρέπειαν.

ᾨδὴ στ΄. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.

21. Σὺν τοῖς τῆς ἀσκήσεως ἀγῶσι βαρβαρικὰς αἰκίσεις καὶ παλαίσματα Πάτερ συμμίξας, περιφανῶς λάμπεις ἑκατέρωθεν καὶ φωτίζεις τοὺς ὑμνοῦντάς σε.

22. Ἐξ ὕψους λαβὼν Ἠλία χάριν, τυφλοῖς τὸ βλέπειν δίδως καὶ χωλοῖς σοφέ τὴν εὐδρομίαν, ἄλλα φρικτὰ ἐνεργῶν ἐξαίσια, τῇ πρὸς Κύριον ἐντεύξει σου.

23. Προλέγεις ὡς ἄριστος προφήτης, πόλεως τὰς ἀλώσεις, καὶ τὸ ἄφυκτον τῆς θείας δίκης, τοὺς εν αὐταῖς ἀπολοφυρόμενος καὶ θρηνῶν εὐσυμπαθέστατα.

Θεοτοκίον.

24. Ὅπλον στεῤῥόν, Ἄχραντε Παρθένε, τῶν σῶν γενοῦ προσφύγων ἐφαπλοῦσά σου τὰς θείας ὠλένας αἷς σὸν Υἱὸν μητρικῶς ἐβάστασας, καὶ ἡμᾶς διαφυλάττουσα.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

25. Ἀσκηταῖς ἐκπέφηνας, κανὼν ἀκμαῖος, καὶ συγχρόνοις ἔσοπτρον, τῶν ἀρετῶν καὶ βοηθός, Ἠλία Πάτερ ἀοίδιμε, νῦν ὡς ἀστὴρ βροτοῖς πᾶσιν ἀνέτειλας.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

26. Ἀρετῆς τῆς σῆς τὸ μέγεθος πανόλβιε, γνοὺς εὐσεβὴς βασιλεύς, πρὸς ἑαυτόν σε καλεῖ ἐκ πίστεως ἄκοντα, ἀλλ’ ἐν ὁδῷ πρὸς Θεόν, τὸν παντάνακτα ἀνέπτης, καθὼς προὔλεγες, μελῳδῶν· Εὐλογητὸς εἶ.

27. Ἰδοὺ βαδίζων θεόληπτε ὀχήμασι τοῖς βασιλείοις, ἐγγὺς πρὸς τὸν Δεσπότην σου, καθάπερ ἐν ἅρματι οὐρανοδρόμῳ σοφέ, ἀνελήλυθας, ὡς ὁ Θεσβίτης πρότερον, μελῳδῶν· Εὐλογητὸς εἶ.

28. Νεκρὸς σώματι καὶ ζῶν Πάτερ τῷ Πνεύματι, τῶν φοιτητῶν ταῖς χερσί, τῇ παροικίᾳ τῇ σῇ ὡς ὄλβος πολύτιμος ἀνακεκόμισαι τοῖς κραυγάζουσιν· Εὐλογητὸς εἶ Κύριε ὁ Θεός, εἰς τοὺς αἰῶνας.

29. Οἱ καθορῶντες τὸ σκῆνός σου θεόπνευστε, θάμβους ἐμπίπλανται, διαφυλάττεται γὰρ ἅπαν ἀδιάλυτον ἐν χρόνοις πλείοσι, προτρεπόμενον τοῦ μελῳδεῖν τῷ πλάσαντι· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

30. Πύλην προεῖπεν ὁ βλέπων κεκλεισμένην Σε τὴν ἀειπάρθενον, φησὶ γὰρ κάθηται ἐπὶ ταύτῃ Κύριος ἄρτον φαγεῖν προσδοκῶ, ἥν προσείληφε σάρκα σώζων τοὺς μέλποντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

31. Ἱεραῖς συνελθόντες τιμῶμέν σε μελῳδίαις, τοὺς πόνους κροτούντες σου τῆς θαυμαστῆς ἀσκήσεως, τῶν στιγμάτων τὰ νέφη, ἀναβοῶντες· εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

32. Σὺ καὶ τάφῳ σκηνῶν, οἷα ζῶν ἐν σαρκὶ τὰ μύρια τελεῖς Πάτερ, θαύματα καὶ τὴν χαμαὶ συγκύπτουσαν ἀνορθοῖς ἐκβοῶσαν· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

33. Ἡ ἑσπέριος λῆξις ὡς ἥλιον σὲ λαμπρῶς εὐτυχοῦσα φαιδρύνεται ἀπωθουμένη βάρβαρα σῶν λιτῶν φωτὶ νέφη καὶ μελῳδοῦσα· εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Τριαδικόν.

34. Ἰσουργὸν τὸν Υἱὸν τῷ γεννήτορι, καὶ τὸ Πνεῦμα ὑμνῶ τὸ συνάναρχον, τρισσολαμποῦσαν δύναμιν, ἀστραπὴν ἑνιαίαν τὸ πᾶν φρουροῦσαν καὶ συνέχουσαν κράτει θεότητος.

Θεοτοκίον.

35. Ὁ Πατρὶ καὶ τῷ Πνεύματι, σύνθρονος ἐκ Σοῦ σάρκα λαβὼν καθ’ ὑπόστασιν, διπλοῦς τῇ φύσει πρόεισι τοὺς πιστῶς μελῳδοῦντας σώζων Παρθένε· εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ΄. Κρυπτὸν θεῖον.

36. Λύχνος ἀναπέφηνας λαμπρῶς ἀστράπτων δυτικὴν κατήφειαν, Ἠλία πάντιμε, ἀνατολῆς ἡλίου φαιδρότερον καὶ ἀπελαύνων συμφορῶν πολλῶν ὁμίχλην ταῖς πρεσβείαις σου.

37. Ἰθύνων ἐπόπτευε τὰ σά, παμμάκαρ τέκνα νῦν σοι ᾄδοντα πιστῶς τὰ ᾄσματα τὸν ἱερὸν κηρύττοντα βίον σου, τὴν πολιτείαν καὶ πληγάς, τὰς τῶν βαρβάρων καὶ τὰ θαύματα.

38. Ἀνέπτης πρὸς ἄφθαρτα, φύσεως νόμῳ γῆθεν μεθιστάμενος, θεῖα βασίλεια ἀντὶ φθαρτῶν τὸν μόνον ἀθάνατον παμβασιλέα ὁρῶν καὶ μετὰ Ἀγγέλων διαιτώμενος.

39. Νῦν ἡμᾶς ἐπόπτευε τοὺς σοὺς οἰκέτας, πρυτανεύων ἄνωθεν πταισμάτων ἄφεσιν, βαρβαρικὰς ὁρμὰς ἀποδίωξον καὶ τὴν σὴν ποίμνην φυλάττοις τῶν ψυχοφθόρων βελῶν ἄτρωτον.

40. Σκέπασον τοὺς δούλους σου, τὰς περιστάσεις τὰς κυκλούσας πράϋνον καὶ θραῦσον, Δέσποινα, τὰ πονηρὰ τῆς Ἄγαρ γεννήματα, τοῖς βασιλεῦσι τὴν τούτων ὀφρὺν λιταῖς Σου ὑποκλίνουσα.





[2] The second Canon from Grottaferrata too is contained in "Crypt. ∆. a. XXXIV". Some parts are missing and it is also a palympsest so for this reason it is not transcribed here.


[3] The third Canon is taken from a codex kept in the Vatican from the XIII century contained in volume "Vatic. gr. 2110", fragment VI, pages 23v-26 of the IV Plagal Tone.


[4] The fourth Canon is also taken from the latter volume, it is an acolutia contained in the VII fragment, pages 27-31, 32 from the XIII century.




Sources and Bibliography:

[1]Crypt. ∆. a. XII, c.88-91, Menei Criptensi, Abbazia di Grottaferrata (XI sec.)

[2] Crypt. ∆. a. XXX, cc.101v-108 (copia del primo) , Menei Criptensi, Abbazia Grottaferrata (sec. scorso)

[3] Vatic. gr. 2110, framm. VI, cc.23v-26 (XIII sec.)

[4] Vatic. gr. 2110, framm. VII, cc.27-31, 32 (XIII sec.)





©2013 Raciti Family